Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.71 Dem. 45.74 (English) >>Dem. 45.77

45.72ἐπειδὴ δʼ πατὴρ ἡμέτερος τραπεζίτης ὢν ἐκτήσατʼ αὐτὸν καὶ γράμματʼ ἐπαίδευσεν καὶ τὴν τέχνην ἐδίδαξεν καὶ χρημάτων ἐποίησε κύριον πολλῶν, εὐδαίμων γέγονεν, τὴν τύχην, πρὸς ἡμᾶς ἀφίκετο, ἀρχὴν λαβὼν πάσης τῆς νῦν παρούσης εὐδαιμονίας. 45.73οὐκοῦν δεινόν, γῆ καὶ θεοί, καὶ πέρᾳ δεινοῦ, τοὺς Ἕλληνα μὲν ἀντὶ βαρβάρου ποιήσαντας, γνώριμον δʼ ἀντʼ ἀνδραπόδου, τοσούτων δʼ ἀγαθῶν ἡγεμόνας, τούτους περιορᾶν ἐν ταῖς ἐσχάταις ἀπορίαις ὄντας ἔχοντα καὶ πλουτοῦντα, καὶ εἰς τοῦθʼ ἥκειν ἀναιδείας ὥστε, ἧς παρʼ ἡμῶν τύχης μετέσχε, ταύτης ἡμῖν μὴ τολμᾶν μεταδοῦναι. 45.74ἀλλʼ αὐτὸς μὲν οὐκ ὤκνησε τὴν δέσποιναν γῆμαι καὶ τὰ καταχύσματʼ αὐτοῦ κατέχεε τόθʼ ἡνίκʼ ἐωνήθη, ταύτῃ συνοικεῖν, οὐδὲ προῖκα πέντε τάλανθʼ αὑτῷ γράψαι, χωρὶς ὧν οὔσης τῆς μητρὸς κυρίας οὗτος ἐγκρατὴς γέγονεν πολλῶν χρημάτων (τί γὰρ αὐτὸν οἴεσθʼ εἰς τὰς διαθήκας ἐγγράψαικαὶ τἄλλα, ὅσα ἐστίν, Ἀρχίππῃ δίδωμι;”) τὰς δʼ ἡμετέρας θυγατέρας μελλούσας διʼ ἔνδειαν ἀνεκδότους ἔνδον γηράσκειν περιορᾷ. 45.75καὶ εἰ μὲν πένης οὗτος ἦν, ἡμεῖς δʼ εὐποροῦντες ἐτυγχάνομεν, καὶ συνέβη τι παθεῖν, οἷα πολλά, ἐμοί, οἱ παῖδες ἂν οἱ τούτου τῶν ἐμῶν θυγατέρων ἐπεδικάζοντο, οἱ τοῦ δούλου τῶν τοῦ δεσπότου· θεῖοι γάρ εἰσιν αὐταῖς διὰ τὸ τὴν μητέρα τὴν ἐμὴν τοῦτον λαβεῖν· ἐπειδὴ δʼ ἀπόρως ἡμεῖς ἔχομεν, τηνικαῦτʼ οὐ συνεκδώσει ταύτας, ἀλλὰ λέγει καὶ λογίζεται τὸ πλῆθος ὧν ἐγὼ χρημάτων ἔχω.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.71 Dem. 45.74 (English) >>Dem. 45.77

Powered by PhiloLogic